TLG 1641 001 :: PTOLEMAEUS :: Epistula ad Floram

PTOLEMAEUS Gnost.
(A.D. 2)

Epistula ad Floram

Source: Quispel, G. (ed.), Ptolémée. Lettre à Flora, 2nd edn. [Sources chrétiennes 24 bis] Paris: Cerf, 1966: 50–72.

Citation: Chapter — section — (line)

t

1

ΠΤΟΛΕΜΑΙΟΥ ΠΡΟΣ ΦΛΩΡΑΝ

3

.

1

Τὸν διὰ Μωσέως τεθέντα νόμον, ἀδελφή μου καλὴ Φλώρα, ὅτι μὴ πολλοὶ προκατελάβοντο, μήτε τὸν θέμενον αὐτὸν ἐγνωκότες μήτε τὰς προστάξεις αὐτοῦ ἀκριβῶς, ἡγοῦμαι καὶ σοὶ εὐσύνοπτον ἔσεσθαι μαθούσης τὰς διαφωνούσας γνώμας
5περὶ αὐτοῦ.

3

.

2

Οἱ μὲν γὰρ ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς νενομοθετῆσθαι τοῦτον λέγουσιν, ἕτεροι δὲ τούτοις τὴν ἐναντίαν ὁδὸν τραπέντες ὑπὸ τοῦ ἀντικειμένου φθοροποιοῦ διαβόλου τεθεῖσθαι τοῦτον ἰσχυρίζονται, ὡς καὶ τὴν τοῦ κόσμου προσάπτουσιν αὐτῷ
5δημιουργίαν, πατέρα καὶ ποιητὴν τοῦτον λέγοντες εἶναι τοῦδε τοῦ παντός.

3

.

3

〈Πάντως δὲ〉 διέπταισαν οὗτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν διαμαρτόντες παρὰ σφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας.

3

.

4

Οὔτε γὰρ ὑπὸ τοῦ τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον
τεθεῖσθαι (ἑπόμενος γάρ ἐστιν), ἀτελῆ τε ὄντα καὶ τοῦ ὑφ’ ἑτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις ἀνοικείας τῇ τοῦ τοιούτου θεοῦ φύσει τε καὶ γνώμῃ.50

3

.

5

Οὔτ’ αὖ πάλιν τῇ τοῦ ἀντικειμένου ἀδικίᾳ νόμον προσάπτειν 〈τὸ〉 ἀδικεῖν ἀναιροῦντα· τῶν τε ἑξῆς ἐστι μὴ συνορώντων τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· «οἰκία γὰρ ἢ πόλις μερισθεῖσα ἐφ’ ἑαυτὴν ὅτι μὴ δύναται στῆναι» ὁ σωτὴρ ἡμῶν ἀπεφή‐
5νατο.

3

.

6

Ἔτι τε τὴν τοῦ κόσμου δημιουργίαν 〈αὐτοῦ〉 ἰδίαν λέγει εἶναι τά τε πάντα δι’ αὐτοῦ γεγονέναι καὶ χωρὶς αὐτοῦ γεγο‐ νέναι οὐδὲν ὁ ἀπόστολος, προαποστερήσας τὴν τῶν ψευδηγο‐ ρούντων ἀνυπόστατον σοφίαν, καὶ οὐ φθοροποιοῦ θεοῦ, ἀλλὰ
5δικαίου καὶ μισοπονήρου· ἀπρονοήτων δέ ἐστιν ἀνθρώπων 〈τοῦτο〉, τῆς προνοίας τοῦ δημιουργοῦ μὴ αἰτίαν λαμβανο‐ μένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὄμμα, ἀλλὰ καὶ τὸ τοῦ σώματος πεπηρωμένων.

3

.

7

Οὗτοι μὲν οὖν ὡς διημαρτήκασιν τῆς ἀληθείας δῆλόν σοί
ἐστιν ἐκ τῶν εἰρημένων· πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ μὲν διὰ τὸ ἀγνοεῖν τὸν τῆς δικαιοσύνης θεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὃν μόνος ἐλθὼν ὁ μόνος52
5εἰδὼς ἐφανέρωσε.

3

.

8

Περιλείπεται δὲ ἡμῖν ἀξιωθεῖσί γε τῆς ἀμφοτέρων τούτων 〈γνώσεωσ〉 ἐκφῆναί σοι καὶ ἀκριβῶσαι αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη, καὶ τὸν ὑφ’ οὗ τέθειται, τὸν νομοθέτην, 〈τῶν〉 ῥηθησομένων ἡμῖν τὰς ἀποδείξεις ἐκ τῶν τοῦ σωτῆ‐
5ρος ἡμῶν λόγων παριστῶντες, δι’ ὧν μόνον ἔστιν ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὄντων ὁδηγεῖσθαι.

4

.

1

Πρῶτον οὖν μαθητέον ὅτι ὁ σύμπας ἐκεῖνος νόμος ὁ ἐμπε‐ ριεχόμενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἑνός τινος νενο‐ μοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ’ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ’ ἀνθρώπων τεθεῖσαι. Καὶ τριχῆ τοῦτον διαι‐
5ρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς.

4

.

2

Εἴς τε γὰρ αὐτὸν τὸν θεὸν καὶ τὴν τούτου νομοθεσίαν διαι‐ ρεῖται, 〈διαιρεῖται〉 δὲ καὶ εἰς τὸν Μωσέα (οὐ καθὰ αὐτὸς δι’ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας
ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέν τινα) καὶ εἰς τοὺς54
5πρεσβυτέρους τοῦ λαοῦ διαιρεῖται, 〈οἳ〉 καὶ πρῶτον εὑρίσ‐ κονται ἐντολάς τινας ἐνθέντες ἰδίας.

4

.

3

Πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δ’ ἂν ἤδη.

4

.

4

Διαλεγόμενός που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομοθέτητο, ἔφη αὐτοῖς ὅτι «Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέ‐ τρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. Ἀπ’ ἀρχῆς γὰρ οὐ γέγο‐
5νεν οὕτως. Θεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὁ συνέζευξεν ὁ κύριος, ἄνθρωπος», ἔφη, «μὴ χωριζέτω».

4

.

5

Ἐνταῦθα ἕτερον μὲν 〈τὸν〉 τοῦ θεοῦ δείκνυσι νόμον, τὸν κωλύοντα χωρίζεσθαι γυναῖκα ἀπὸ ἀνδρὸς αὐτῆς, ἕτερον δὲ τὸν τοῦ Μωυσέως, τὸν διὰ τὴν σκληροκαρδίαν ἐπιτρέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος.

4

.

6

Καὶ δὴ κατὰ τοῦτο ἐναντία τῷ θεῷ νομοθετεῖ ὁ Μωσῆς· ἐναντίον γάρ ἐστι 〈τὸ διαζευγνύναι〉 τῷ μὴ διαζευγνύναι. Ἐὰν μέντοι καὶ τὴν τοῦ Μωυσέως γνώμην, καθ’ ἣν τοῦτο ἐνο‐ μοθέτησεν, ἐξετάσωμεν, εὑρεθήσεται τοῦτο οὐ κατὰ προαί‐
5ρεσιν ποιήσας τὴν ἑαυτοῦ, ἀλλὰ κατὰ ἀνάγκην διὰ τὴν τῶν νενομοθετημένων ἀσθένειαν.

4

.

7

Ἐπεὶ γὰρ τὴν τοῦ θεοῦ γνώμην φυλάττειν οὐκ ἠδύναντο
οὗτοι, ἐν τῷ μὴ ἐξεῖναι αὐτοῖς ἐκβάλλειν τὰς γυναῖκας αὐτῶν, αἷς τινες αὐτῶν ἀηδῶς συνῴκουν, καὶ ἐκινδύνευον ἐκ τούτου ἐκτρέπεσθαι πλέον εἰς ἀδικίαν καὶ ἐκ ταύτης εἰς ἀπώλειαν,56

4

.

8

τὸ ἀηδὲς τοῦτο βουλόμενος ἐκκόψαι αὐτῶν ὁ Μωσῆς, δι’ οὗ καὶ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστα‐ σιν ἧττον κακὸν ἀντὶ μείζονος ἀντικαταλλασσόμενος, τὸν τοῦ

4

.

9

ἀποστασίου νόμον ἀφ’ ἑαυτοῦ ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν, κἂν τοῦτόν γε φυλάξωσιν καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἐκτραπῶσι, δι’ ὧν ἀπώλεια αὐτοῖς ἔμελλεν τελειοτάτη ἐπακολουθήσειν.

4

.

10

Αὕτη μὲν ἡ τούτου γνώμη, καθ’ ἣν ἀντινομοθετῶν εὑρίσκε‐ ται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἕτερος ὢν παρὰ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν ἐστι, κἂν δι’ ἑνὸς τὰ νῦν ὦμεν δεδειχότες.

4

.

11

Ὅτι δὲ καὶ τῶν πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. «Ὁ γὰρ θεός» φησίν «εἶπεν· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα

4

.

12

σου, ἵνα εὖ σοι γένηται· Ὑμεῖς δέ», φησίν, «εἰρήκατε», τοῖς πρεσβυτέροις λέγων· «δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν» τῶν πρεσβυτέρων.

4

.

13

Τοῦτο δὲ Ἠσαΐας ἐξεφώνησεν εἰπών· «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ,
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα58

4

.

14

ἀνθρώπων.» Σαφῶς οὖν ἐκ τούτων εἰς τρία διαιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωυσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ θεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. Αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου
5ὧδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν.

5

.

1

Πάλιν δὲ δὴ τὸ ἓν μέρος, ὁ αὐτοῦ τοῦ θεοῦ νόμος, διαιρεῖ‐ ται εἰς τρία τινά· εἴς τε τὴν καθαρὰν νομοθεσίαν τὴν ἀσύμπλο‐ κον τῷ κακῷ, ὃς καὶ κυρίως νόμος λέγεται, ὃν οὐκ ἦλθε κατα‐ λῦσαι ὁ σωτὴρ ἀλλὰ πληρῶσαι (οὐ γὰρ ἦν ἀλλότριος αὐτοῦ ὃν
5ἐπλήρωσεν, 〈ἔδει δὲ πληρώσεωσ〉· οὐ γὰρ εἶχεν τὸ τέλειον) καὶ εἰς τὸν συμπεπλεγμένον τῷ χείρονι καὶ τῇ ἀδικίᾳ, ὃν ἀνεῖ‐ λεν ὁ σωτὴρ ἀνοίκειον ὄντα τῇ ἑαυτοῦ φύσει.

5

.

2

Διαιρεῖται δὲ καὶ εἰς τὸ τυπικὸν καὶ συμβολικὸν τὸ κατ’ εἰκόνα τῶν πνευματικῶν καὶ διαφερόντων νομοθετηθέν· ὃ μετέθηκεν ὁ σωτὴρ ἀπὸ αἰσθητοῦ καὶ φαινομένου ἐπὶ τὸ πνευ‐ ματικὸν καὶ ἀόρατον.

5

.

3

Καὶ ἔστι μὲν ὁ τοῦ θεοῦ νόμος, ὁ καθαρὸς καὶ ἀσύμπλοκος τῷ χείρονι, αὐτὴ ἡ δεκάλογος, οἱ δέκα λόγοι ἐκεῖνοι οἱ ἐν ταῖς δυσὶ πλαξὶ δεδιχασμένοι, εἴς τε ἀπαγόρευσιν τῶν ἀφεκτέων καὶ εἰς πρόσταξιν τῶν ποιητέων, οἳ καίπερ καθαρὰν ἔχοντες
5τὴν νομοθεσίαν, μὴ ἔχοντες δὲ τὸ τέλειον, ἐδέοντο τῆς παρὰ
τοῦ σωτῆρος πληρώσεως.60

5

.

4

Ὁ δέ ἐστιν συμπεπλεγμένος τῇ ἀδικίᾳ, οὗτος ὁ κατὰ τὴν ἄμυναν καὶ ἀνταπόδοσιν τῶν προαδικησάντων κείμενος, ὀφθαλ‐ μὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτεσθαι κελεύων καὶ φόνον ἀντὶ φόνου ἀμύνασθαι· οὐδὲν γὰρ ἧττον καὶ
5ὁ δεύτερος ἀδικῶν ἀδικεῖ, τῇ τάξει μόνον διαλλάσσων, τὸ αὐτὸ ἐργαζόμενος ἔργον.

5

.

5

Τοῦτο δὲ τὸ πρόσταγμα δίκαιον μὲν ἄλλως καὶ ἦν καὶ ἔστι, διὰ τὴν ἀσθένειαν τῶν νομοθετηθέντων ἐν παρεκβάσει τοῦ καθαροῦ νόμου τεθέν, ἀνοίκειον δὲ τῇ τοῦ πατρὸς τῶν ὅλων φύσει τε καὶ ἀγαθότητι.

5

.

6

Ἴσως δὲ τοῦτο κατάλληλον, ἐπάναγκες δὲ μᾶλλον· ὁ γὰρ καὶ τὸν ἕνα φόνον οὐ βουλόμενος ἔσεσθαι ἐν τῷ λέγειν «οὐ φονεύσεις», προστάξας τὸν φονέα ἀντιφονεύεσθαι, δεύτερον νόμον νομοθετῶν καὶ δυσὶ φόνοις βραβεύων, ὁ τὸν ἕνα ἀπαγο‐
5ρεύσας ἔλαθεν ἑαυτὸν ὑπ’ ἀνάγκης κλαπείς.

5

.

7

Διὸ δὴ ὁ ἀπ’ ἐκείνου παραγενόμενος υἱὸς τοῦτο τὸ μέρος τοῦ νόμου ἀνῄρηκεν, ὁμολογήσας καὶ αὐτὸ εἶναι τοῦ θεοῦ· ἔν τε τοῖς ἄλλοις καταρυθμεῖται τῇ παλαιᾷ αἱρέσει καὶ ἐν οἷς ἔφη· «ὁ θεὸς εἶπεν· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευ‐
5τάτω».

5

.

8

Τὸ δέ ἐστι μέρος αὐτοῦ τυπικόν, τὸ κατ’ εἰκόνα τῶν πνευμα‐
τικῶν καὶ διαφερόντων κείμενον, τὰ ἐν προσφοραῖς λέγω καὶ περιτομῇ καὶ σαββάτῳ καὶ νηστείᾳ καὶ πάσχα καὶ ἀζύμοις καὶ τοῖς τοιούτοις νομοθετηθέντα.62

5

.

9

Πάντα γὰρ ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας φανερωθείσης μετετέθη· κατὰ μὲν τὸ φαινόμενον καὶ 〈τὸ〉 σωματικῶς ἐκτελεῖσθαι ἀνῃρέθη, κατὰ δὲ τὸ πνευματικὸν ἀνε‐ λήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων
5δὲ τῶν πραγμάτων.

5

.

10

Καὶ γὰρ προσφορὰς προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλὰ οὐχὶ τὰς δι’ ἀλόγων ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας.

5

.

11

Καὶ περιτομὴν περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ’ οὐχὶ τῆς ἀκροβυστίας τῆς σωματικῆς, ἀλλὰ καρδίας τῆς πνευματικῆς.

5

.

12

Καὶ τὸ σάββατον 〈δὲ〉 φυλάσσειν· ἀργεῖν γὰρ θέλει ἡμᾶς ἀπὸ τῶν ἔργων τῶν πονηρῶν.

5

.

13

Καὶ νηστεύειν δέ· ἀλλὰ οὐχὶ τὴν σωματικὴν βούλεται νησ‐ τείαν ἡμᾶς νηστεύειν, ἀλλὰ τὴν πνευματικήν, ἐν ᾗ ἐστιν ἀποχὴ πάντων τῶν φαύλων. Φυλάσσεται μέντοι γε καὶ παρὰ τοῖς ἡμετέροις ἡ κατὰ τὸ φαινόμενον νηστεία, ἐπεὶ καὶ ψυχῇ
5τι συμβάλλεσθαι δύναται αὕτη μετὰ λόγου γινομένη, ὁπότε μητὲ διὰ τὴν πρός τινας μίμησιν γίνεται μήτε διὰ τὸ ἔθος μήτε διὰ τὴν ἡμέραν, ὡς ὡρισμένης 〈εἰσ〉 τοῦτο ἡμέρας.

5

.

14

Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινό‐
μενον νηστείας ἔχωσιν τὴν ἀνάμνησιν αὐτῆς.64

5

.

15

Καὶ τὸ πάσχα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος «τὸ δὲ πάσχα ἡμῶν», λέγων «ἐτύθη Χριστός», καὶ «ἵνα ἦτε», φησίν, «ἄζυμοι, μὴ μετέ‐ χοντες ζύμης—ζύμην δὲ νῦν τὴν κακίαν λέγει—ἀλλ’ ἦτε
5νέον φύραμα».

6

.

1

Οὕτως γ’ οὖν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμε‐ νος εἰς τρία διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γὰρ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις» ἐν τῷ μηδ’ ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι περιείληπται).

6

.

2

Διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρούμενον τελείως. Τὸ γὰρ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» συμπεπ‐ λεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων.

6

.

3

Τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά· «ἐγὼ γὰρ λέγω ὑμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ ἐάν τίς σε ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα».

6

.

4

Διαιρεῖται δὲ καὶ εἰς τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν τοῦτο 〈τὸ〉 κατ’ εἰκόνα τῶν διαφερόντων νενομοθετημένον.

6

.

5

Αἱ γὰρ εἰκόνες καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς ἐγίνοντο μέχρι μὴ παρῆν ἡ ἀλήθεια· παρού‐ σης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς
εἰκόνος.66

6

.

6

Ταῦτα δὲ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα δι’ ἡμᾶς καὶ τῶν ἀζύμων δείξας, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, εἰπὼν «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν
5κατηργῆσθαι», τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, «ὁ μὲν νόμος», εἰπών, «ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή».

7

.

1

Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρούμενον.

7

.

2

Περιλείπεται δὲ εἰπεῖν ἡμῖν τίς ποτέ ἐστιν οὗτος ὁ θεὸς ὁ τὸν νόμον θέμενος. Ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας.

7

.

3

Εἰ γὰρ μήτε ὑπ’ αὐτοῦ τοῦ τελείου θεοῦ τέθειται οὗτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ τοῦ διαβόλου, ὃ μηδὲ θεμιτόν ἐστιν εἰπεῖν, ἕτερός τίς ἐστι παρὰ τούτους οὗτος ὁ θέμενος τὸν νόμον.

7

.

4

Οὗτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδε τοῦ παντός ἐστιν κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὢν παρὰ τὰς τούτων οὐσίας μέσος 〈τε〉 τούτων καθεστῶς, ἐνδίκως καὶ τὸ τῆς μεσό‐
τητος ὄνομα ἀποφέροιτο ἄν.68

7

.

5

Καὶ εἰ ὁ τέλειος θεὸς ἀγαθός ἐστιν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν (ἕνα γὰρ μόνον εἶναι ἀγαθὸν θεόν, τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὃν αὐτὸς ἐφανέρωσεν), ἔστιν δὲ καὶ ὁ τῆς τοῦ ἀντικειμένου φύσεως κακός τε καὶ
5πονηρὸς ἐν ἀδικίᾳ χαρακτηριαζόμενος, τούτων δὲ οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὢν μήτε μὴν κακὸς μήτε ἄδικος, ἰδίως γε λεχθείη ἂν δίκαιος, τῆς κατ’ αὐτὸν δικαιοσύνης ὢν βραβευτής.

7

.

6

Καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου θεοῦ καὶ τῆς ἐκεί‐ νου δικαιοσύνης ἐλάττων οὗτος ὁ θεός, ἅτε δὴ καὶ γεννητὸς ὢν καὶ οὐκ ἀγέννητος (εἷς γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, ἰδίως τῶν πάντων ἠρτημένων ἀπ’ αὐτοῦ), μείζων
5δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν.

7

.

7

Τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος (ὑλικὸς γὰρ οὗτος καὶ πολυσχιδής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οὐσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα
5δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών.

7

.

8

Μηδέ σε τὰ νῦν τοῦτο θορυβείτω θέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων 〈ἁπλῆσ〉 οὔσης τε καὶ ὁμολογουμένης
ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ ἀφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὗται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ70
5〈ἡ〉 τῆς μεσότητος, ἀνομοούσιοι αὗται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν.

7

.

9

Μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τῆν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποστολικῆς παραδόσεως, ἣν ἐκ διαδοχῆς καὶ ἡμεῖς παρειλήφαμεν, μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ.

7

.

10

Ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι’ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα· καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκεί‐ μενον ἀποχρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν γε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων
5τυχοῦσα τὸν δι’ αὐτῶν καρπὸν ἀναδείξῃς.72